Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.315 Joseph. AJ 8.318 (English) >>Joseph. AJ 8.322

8.316

δὲ Ἄχαβος τῶν Ἰσραηλιτῶν βασιλεὺς κατῴκει μὲν ἐν Σαμαρείᾳ, τὴν δʼ ἀρχὴν κατέσχεν ἕως ἐτῶν εἴκοσι καὶ δύο μηδὲν καινίσας τῶν πρὸ αὐτοῦ βασιλέων, εἰ μὴ ὅσα γε πρὸς τὸ χεῖρον καθʼ ὑπερβολὴν πονηρίας ἐπενόησεν, ἅπαντα δʼ αὐτῶν τὰ κακουργήματα καὶ τὴν πρὸς τὸ θεῖον ὕβριν ἐκμιμησάμενος καὶ μάλιστα τὴν Ἱεροβοάμου ζηλώσας παρανομίαν· 8.317καὶ γὰρ οὗτος δαμάλεις τὰς ὑπʼ ἐκείνου κατασκευασθείσας προσεκύνησε καὶ τούτοις ἄλλα παράδοξα προσεμηχανήσατο. ἔγημε δὲ γυναῖκα θυγατέρα μὲν Εἰθωβάλου τοῦ Τυρίων καὶ Σιδωνίων βασιλέως Ἰεζαβέλην δὲ ὄνομα, ἀφʼ ἧς τοὺς ἰδίους αὐτῆς θεοὺς προσκυνεῖν ἔμαθεν. 8.318ἦν δὲ τὸ γύναιον δραστήριόν τε καὶ τολμηρόν, εἰς τοσαύτην δὲ ἀσέλγειαν καὶ μανίαν προύπεσεν, ὥστε καὶ ναὸν τῷ Τυρίων θεῷ ὃν Βελίαν προσαγορεύουσιν ᾠκοδόμησε καὶ ἄλσος παντοίων δένδρων κατεφύτευσε· κατέστησε δὲ καὶ ἱερεῖς καὶ ψευδοπροφήτας τούτῳ τῷ θεῷ· καὶ αὐτὸς δʼ βασιλεὺς πολλοὺς τοιούτους περὶ αὑτὸν εἶχεν ἀνοίᾳ καὶ πονηρίᾳ πάντας ὑπερβεβληκὼς τοὺς πρὸ αὐτοῦ. 8.319

Προφήτης δέ τις τοῦ μεγάλου θεοῦ ἐκ πόλεως Θεσσεβώνης τῆς Γαλααδίτιδος χώρας προσελθὼν Ἀχάβῳ προλέγειν αὐτῷ τὸν θεὸν ἔφασκε μήθʼ ὕσειν αὐτὸν ἐν ἐκείνοις τοῖς ἔτεσι μήτε δρόσον καταπέμψειν εἰς τὴν χώραν, εἰ μὴ φανέντος αὐτοῦ. καὶ τούτοις ἐπομόσας ἀνεχώρησεν εἰς τὰ πρὸς νότον μέρη ποιούμενος παρὰ χειμάρρῳ τινὶ τὴν διατριβήν, ἐξ οὗ καὶ τὸ ποτὸν εἶχε· τὴν γὰρ τροφὴν αὐτῷ καθʼ ἡμέραν κόρακες προσέφερον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.315 Joseph. AJ 8.318 (English) >>Joseph. AJ 8.322

Powered by PhiloLogic